Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.76.1 | Hdt. 6.77.1 (English) | >>Hdt. 6.78.2 |
6.76.1
Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν · ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον , ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφαλίδος λίμνης · τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ , τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπʼ Ἀργείων Ἐρασῖνον καλέεσθαι · ἀπικόμενος δʼ ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ ·
6.76.2 καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν , ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας , Ἀργείους μέντοι οὐδʼ ὣς χαιρήσειν . μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην , σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισι σφέας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην .
ch. 77
6.77.1
note
“
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.76.1 | Hdt. 6.77.1 (English) | >>Hdt. 6.78.2 |